Артефакт.lib.ru
Сайт Андрея Пискунова Хостинг Lib.Ru

← Предыдущий раздел: Русско-греческий словарь  |  Оглавление  |  Следующий раздел: Платон →

Материалы для чтения

Гомер

Илиада, песнь I

ΙΛΙΑΔΟΣ Α.

Λοιμός. Μῆνις.

Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος, οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε, πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν 5οἰωνοῖσί τε πᾶσι - Διὸς δ᾿ ἐτελείετο βουλή - ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε Ἀτρεΐδης τε, ἄναξ ἀνδρῶν, καὶ δῖος Ἀχιλλεύς. Τίς τ᾿ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; Λητοῦς καὶ Διὸς υἱός. ὁ γὰρ βασιλῆϊ χολωθεὶς 10νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί, οὕνεκα τὸν Χρύσην ἠτίμησ᾿ ἀρητῆρα Ἀτρεΐδης. ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα, στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος 15χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν· 'Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾿ ἔχοντες ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾿ οἴκαδ᾿ ἱκέσθαι· 20παῖδα δ᾿ ἐμοὶ λῦσαί τε φίλην, τὰ τ᾿ ἄποινα δέχεσθαι, ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.' Ἔνθ᾿ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θ᾿ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· ἀλλ᾿ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, 25ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε· 'Μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω ἢ νῦν δηθύνοντ᾿ ἢ ὕστερον αὖτις ἰόντα, μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο. τὴν δ᾿ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν 30ἡμετέρῳ ἐν οἴκῳ, ἐν Ἄργεϊ, τηλόθι πάτρης, ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν. ἀλλ᾿ ἴθι, μή μ᾿ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.' Ὣς ἔφατ᾿. ἔδδεισεν δ᾿ ὁ γέρων καὶ ἐπείθετο μύθῳ. βῆ δ᾿ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, 35πολλὰ δ᾿ ἔπειτ᾿ ἀπάνευθε κιὼν ἠρᾶθ᾿ ὁ γεραιὸς Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ. 'Κλῦθί μευ, ἀργυρότοξ᾿, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις, Σμινθεῦ, εἴποτέ τοι χαρίεντ᾿ ἐπὶ νηὸν ἔρεψα, 40ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα ταύρων ἠδ᾿ αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ· τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.' Ὣς ἔφατ᾿ εὐχόμενος, τοῦ δ᾿ ἔκλυε Φοῖβος Ἀπόλλων, βῆ δὲ κατ᾿ Οὐλύμποιο καρήνων, χωόμενος κῆρ, 45τόξ᾿ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην. ἔκλαγξαν δ᾿ ἄρ ὀϊστοὶ ἐπ᾿ ὤμων χωομένοιο, αὐτοῦ κινηθέντος· ὁ δ᾿ ἤϊε νυκτὶ ἐοικώς. ἕζετ᾿ ἔπειτ᾿ ἀπάνευθε νεῶν, μετὰ δ᾿ ἰὸν ἕηκεν· δεινὴ δὲ κλαγγὴ γένετ᾿ ἀργυρέοιο βιοῖο. 50οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, αὐτὰρ ἔπειτ᾿ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλ᾿· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, τῇ δεκάτῃ δ᾿ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς· 55τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη· κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνῄσκοντας ὁρᾶτο. οἱ δ᾿ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ᾿ ἐγένοντο, τοῖσι δ᾿ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· 'Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω 60ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. ἀλλ᾿ ἄγε δή τινα μάντιν ἐρείομεν, ἢ ἱερῆα, ἢ καὶ ὀνειροπόλον - καὶ γάρ τ᾿ ὄναρ ἐκ Διός ἐστιν - ὅς κ᾿ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, 65εἴτ᾿ ἄρ᾿ ὅ γ᾿ εὐχωλῆς ἐπιμέμφεται εἴθ᾿ ἑκατόμβης, αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.' Ἤτοι ὅ γ᾿ ὣς εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο. τοῖσι δ᾿ ἀνέστη Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ᾿ ἄριστος, 70ὃς ᾔδη τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα, καὶ νήεσσ᾿ ἡγήσατ᾿ Ἀχαιῶν Ἴλιον εἴσω, ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 'Ὦ Ἀχιλεῦ, κέλεαί με, διΐφιλε, μυθήσασθαι 75μῆνιν Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος. τοίγαρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν. ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί. 80κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ· εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι εἴ με σαώσεις.' Τὸν δ᾿ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 85'θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα. οὐ μὰ γὰρ Ἀπόλλωνα διΐφιλον, ᾧ τε σύ, Κάλχαν, εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔτις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει 90συμπάντων Δαναῶν, οὐδ᾿ ἢν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.' Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· 'οὔτ᾿ ἄρ᾿ ὅ γ᾿ εὐχωλῆς ἐπιμέμφεται οὔθ᾿ ἑκατόμβης, ἀλλ᾿ ἕνεκ᾿ ἀρητῆρος, ὃν ἠτίμησ᾿ Ἀγαμέμνων 95οὐδ᾿ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ᾿ ἄποινα· τοὔνεκ᾿ ἄρ᾿ ἄλγε᾿ ἔδωκεν ἑκηβόλος ἠδ᾿ ἔτι δώσει. οὐδ᾿ ὅγε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει, πρίν γ᾿ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην ἀπριάτην, ἀνάποινον, ἄγειν θ᾿ ἱερὴν ἑκατόμβην 100ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.' Ἤτοι ὅ γ᾿ ὣς εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο, τοῖσι δ᾿ ἀνέστη ἥρως Ἀτρεΐδης εὐρυκρείων Ἀγαμέμνων ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ᾿, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην. 105Κάλχαντα πρώτιστα κάκ᾿ ὀσσόμενος προσέειπεν· 'Μάντι κακῶν, οὐ πώποτέ μοι τὸ κρήγυον εἶπες. αἰεί τοι τὰ κάκ᾿ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δ᾿ οὔτέ τί πω εἶπες ἔπος οὔτ᾿ ἐτέλεσσας· καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις 110ὡς δὴ τοῦδ᾿ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, οὕνεκ᾿ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά᾿ ἄποινα οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν. καὶ γὰρ ῥα Κλυταιμνήστρης προβέβουλα, κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, 115οὐ δέμας οὐδὲ φυήν, οὔτ᾿ ἄρ φρένας οὔτέ τι ἔργα. ἀλλὰ καὶ ὣς ἐθέλω δόμεναι πάλιν, εἰ τόγ᾿ ἄμεινον· βούλομ᾿ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι. αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾿ ἑτοιμάσατ᾿, ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικεν. 120λεύσσετε γὰρ τόγε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.' Τὸν δ᾿ ἠμείβετ᾿ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· 'Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων, πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά· 125ἀλλὰ τὰ μὲν πολίων ἐξ ἐπράθομεν, τὰ δέδασται, λαοὺς δ᾿ οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾿ ἐπαγείρειν. ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ τριπλῇ τετραπλῇ τ᾿ ἀποτίσομεν, αἴ κε πόθι Ζεὺς δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.' 130Τὸν δ᾿ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 'μὴ δ᾿ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ᾿ Ἀχιλλεῦ, κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. ἢ ἐθέλεις, ὄφρ᾿ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ᾿ αὔτως ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ᾿ ἀποδοῦναι; 135ἀλλ᾿ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ, ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται· εἰ δέ κε μὴ δῶσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος ἄξω ἑλών· ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. 140ἀλλ᾿ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, νῦν δ᾿ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, ἐς δ᾿ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ᾿ ἑκατόμβην θείομεν, ἀν δ᾿ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, 145ἢ Αἴας, ἢ Ἰδομενεύς, ἢ δῖος Ὀδυσσεύς, ἠὲ σύ, Πηλεΐδη, πάντων ἐκπαγλότατ᾿ ἀνδρῶν, ὄφρ᾿ ἡμῖν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.' Τὸν δ᾿ ἄρ᾿ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 'ὤμοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον, 150πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾿ ἤλυθον αἰχμητάων δεῦρο μαχησόμενος, ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν. οὐ γὰρ πώποτ᾿ ἐμὰς βοῦς ἤλασαν, οὐδὲ μὲν ἵππους, 155οὐδέ ποτ᾿ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ καρπὸν ἐδηλήσαντ᾿, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· ἀλλὰ σοί, ὦ μέγ᾿ ἀναιδές, ἅμ᾿ ἑσπόμεθ᾿, ὄφρα σὺ χαίρῃς, τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα, 160πρὸς Τρώων· τῶν οὔτι μετατρέπῃ οὐδ᾿ ἀλεγίζεις· καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ᾧ ἔπι πόλλ᾿ ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ᾿ Ἀχαιοὶ Τρώων ἐκπέρσωσ᾿ εὐναιόμενον πτολίεθρον· 165ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσ᾿· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ᾿ ὀλίγον τε φίλον τε ἔρχομ᾿ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. νῦν δ᾿ εἶμι Φθίηνδ᾿, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν 170οἴκαδ᾿ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ᾿ ὀΐω ἐνθάδ᾿ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.' Τὸν δ᾿ ἠμείβετ᾿ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων 'φεῦγε μάλ᾿, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ᾿ ἔγωγε λίσσομαι εἵνεκ᾿ ἐμεῖο μένειν· πάρ᾿ ἔμοιγε καὶ ἄλλοι 175οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ᾿ ἔδωκεν. οἴκαδ᾿ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισιν 180Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ᾿ ἐγὼ οὐκ ἀλεγίζω, οὐδ᾿ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· ὡς ἔμ᾿ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, τὴν μὲν ἐγὼ σὺν νηΐ τ᾿ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν πέμψω, ἐγὼ δέ κ᾿ ἄγω Βρισηΐδα καλλιπάρῃον 185αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας, ὄφρ᾿ εὖ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.' Ὣς φάτο· Πηλεΐωνι δ᾿ ἄχος γένετ᾿, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, 190ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὁ δ᾿ Ἀτρεΐδην ἐναρίζοι, ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. εἷος ὁ ταῦθ᾿ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ἕλκετο δ᾿ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ᾿ Ἀθήνη 195οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη, ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε. στῆ δ᾿ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα, οἴῳ φαινομένη· τῶν δ᾿ ἄλλων οὔτις ὁρᾶτο. θάμβησεν δ᾿ Ἀχιλεύς, μετὰ δ᾿ ἐτράπετ᾿, αὐτίκα δ᾿ ἔγνω 200Παλλάδ᾿ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 'Τίπτ᾿ αὖτ᾿, αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας; ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; ἀλλ᾿ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· 205ἧς ὑπεροπλίῃσι τάχ᾿ ἄν ποτε θυμὸν ὀλέσσῃ.' Τὸν δ᾿ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 'ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, οὐρανόθεν· πρὸ δέ μ᾿ ἧκε θεὰ λευκώλενος Ἥρη, ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε. 210ἀλλ᾿ ἄγε, λῆγ᾿ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· ἀλλ᾿ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα ὕβριος εἵνεκα τῆσδε· σὺ δ᾿ ἴσχεο, πείθεο δ᾿ ἡμῖν.' 215Τὴν δ᾿ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 'χρὴ μὲν σφωΐτερόν γε, θεά, ἔπος εἰρύσσασθαι, καὶ μάλα περ θυμῷ κεχολωμένον· ὣς γὰρ ἄμεινον. ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ᾿ ἔκλυον αὐτοῦ.' Ἦ καὶ ἐπ᾿ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, 220ἂψ δ᾿ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ᾿ ἀπίθησεν μύθῳ Ἀθηναίης· ἡ δ᾿ Οὔλυμπόνδε βεβήκει δώματ᾿ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. Πηλεΐδης δ᾿ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεΐδην προσέειπε, καὶ οὔπω λῆγε χόλοιο· 225'Οἰνοβαρές, κυνὸς ὄμματ᾿ ἔχων, κραδίην δ᾿ ἐλάφοιο, οὔτέ ποτ᾿ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔτε λόχονδ᾿ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν 230δῶρ᾿ ἀποαιρεῖσθαι, ὅστις σέθεν ἀντίον εἴπῃ. δημοβόρος βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο. ἀλλ᾿ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔποτε φύλλα καὶ ὄζους 235φύσει, ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, οὐδ᾿ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψεν φύλλα τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵτε θέμιστας πρὸς Διὸς εἰρύαται· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος· 240ἦ ποτ᾿ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν σύμπαντας· τότε δ᾿ οὔτι δυνήσεαι ἀχνύμενός περ χραισμεῖν, εὖτ᾿ ἂν πολλοὶ ὑφ᾿ Ἕκτορος ἀνδροφόνοιο θνῄσκοντες πίπτωσι· σὺ δ᾿ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος, ὅτ᾿ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.' 245Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ᾿ αὐτός· Ἀτρεΐδης δ᾿ ἑτέρωθεν ἐμήνιε. τοῖσι δὲ Νέστωρ ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής, τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή. 250τῷ δ᾿ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίαθ᾿, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾿ ἐγένοντο ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν - ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 'Ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει. 255ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες, ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ, εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν, οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ᾿ ἐστὲ μάχεσθαι. ἀλλὰ πίθεσθ᾿· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο. 260ἤδη γάρ ποτ᾿ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔποτέ μ᾿ οἵγ᾿ ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, οἷον Πειρίθοόν τε Δρύαντά τε, ποιμένα λαῶν, Καινέα τ᾿ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον 265Θησέα τ᾿ Αἰγείδην, ἐπιείκελον ἀθανάτοισιν. κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο, φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν. καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών, 270τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· καὶ μαχόμην κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ· κείνοισι δ᾿ ἄν οὔτις τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο. καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον. 275μήτε σὺ τόνδ᾿, ἀγαθός περ ἐών, ἀποαίρεο κούρην, ἀλλ᾿ ἔα, ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· μήτε σύ, Πηλεΐδη, θέλ᾿ ἐριζέμεναι βασιλῆϊ ἀντιβίην, ἐπεὶ οὔποθ᾿ ὁμοίης ἔμμορε τιμῆς σκηπτοῦχος βασιλεύς, ᾧτε Ζεὺς κῦδος ἔδωκεν. 280εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ, ἀλλ᾿ ὅγε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει. Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε λίσσομ᾿ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.' 285Τὸν δ᾿ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 'ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες. ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ᾿ ἀνάσσειν, πᾶσι δὲ σημαίνειν, ἅ τιν᾿ οὐ πείσεσθαι ὀΐω. 290εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες, τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;' Τὸν δ᾿ ἄρ᾿ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· 'ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην, εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι, ὅττι κεν εἴπῃς· 295ἄλλοισιν δὴ ταῦτ᾿ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε σήμαιν᾿· οὐ γὰρ ἔγωγ᾿ ἔτι σοι πείσεσθαι ὀΐω. ἄλλο δέ τοι ἐρέω, σὺ δ᾿ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· χερσὶ μὲν οὔτοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μ᾿ ἀφέλεσθέ γε δόντες· 300τῶν δ᾿ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ, τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο. εἰ δ᾿, ἄγε μήν, πείρησαι, ἵνα γνώωσι καὶ οἵδε· αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.' Ὣς τώγ᾿ ἀντιβίοισι μαχησαμένω ἐπέεσσιν 305ἀνστήτην, λῦσαν δ᾿ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν. Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν· Ἀτρεΐδης δ᾿ ἄρα νῆα θοὴν ἅλαδε προέρυσσεν, ἐς δ᾿ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ᾿ ἑκατόμβην 310βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον εἷσεν ἄγων· ἐν δ᾿ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. Οἱ μὲν ἔπειτ᾿ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, λαοὺς δ᾿ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν. οἱ δ᾿ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ᾿ ἔβαλλον, 315ἕρδον δ᾿ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἠδ᾿ αἰγῶν παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο· κνίση δ᾿ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. Ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ᾿ Ἀγαμέμνων λῆγ᾿ ἔριδος, τὴν πρῶτον ἐπηπείλησ᾿ Ἀχιλῆϊ, 320ἀλλ᾿ ὅγε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπεν, τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· 'Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· χειρὸς ἑλόντ᾿ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι 325ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.' Ὣς εἰπὼν προΐει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλεν, τὼ δ᾿ ἀέκοντε βάτην παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο, Μυρμιδόνων δ᾿ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην. τὸν δ᾿ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 330ἥμενον· οὐδ᾿ ἄρα τώγε ἰδὼν γήθησεν Ἀχιλλεύς. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ᾿ ἐρέοντο· αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· 'Χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, 335ἆσσον ἴτ᾿· οὔτι μοι ὔμμες ἐπαίτιοι, ἀλλ᾿ Ἀγαμέμνων, ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. ἀλλ᾿ ἄγε, Διογενὲς Πατρόκλεις, ἔξαγε κούρην καὶ σφωιν δὸς ἄγειν. τὼ δ᾿ αὐτὼ μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων 340καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος, εἴποτε δ᾿ αὖτε χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι τοῖς ἄλλοις· ἦ γὰρ ὅγ᾿ ὀλοῇσι φρεσὶ θύει, οὐδέ τι οἶδε νοῆσαι πρόσσω καὶ ὀπίσσω, ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.' 345Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾿ ἑταίρῳ, ἐκ δ᾿ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, δῶκε δ᾿ ἄγειν. τὼ δ᾿ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· ἡ δ᾿ ἀέκουσ᾿ ἅμα τοῖσι γυνὴ κίεν. αὐτὰρ Ἀχιλλεὺς δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, 350θῖν᾿ ἐφ᾿ ἁλὸς πολιῆς, ὁρόων ἐπ᾿ ἀπείρονα πόντον πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· 'Μῆτερ, ἐπεί μ᾿ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι, Ζεὺς ὑψιβρεμέτης· νῦν δ᾿ οὐδέ με τυτθὸν ἔτισεν. 355ἦ γάρ μ᾿ Ἀτρεΐδης εὐρυκρείων Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.' Ὣς φάτο δακρυχέων, τοῦ δ᾿ ἔκλυε πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι. καρπαλίμως δ᾿ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾿ ὀμίχλη, 360καί ῥα πάροιθ᾿ αὐτοῖο καθέζετο δακρυχέοντος, χειρί τέ μιν κατέρεξεν, ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζεν· 'Τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.' Τὴν δὲ βαρυστενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 365'οἶσθα· τίη τοι ταῦτα ἰδυίῃ πάντ᾿ ἀγορεύω; ᾠχόμεθ᾿ ἐς Θήβην, ἱερὴν πόλιν Ἠετίωνος, τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα. καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, ἐκ δ᾿ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον. 370Χρύσης δ᾿ αὖθ᾿, ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος, ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα, στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ ἐλίσσετο πάντας Ἀχαιούς, 375Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν. ἔνθ᾿ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θ᾿ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· ἀλλ᾿ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλεν. 380χωόμενος δ᾿ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ᾿ Ἀπόλλων εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, ἧκε δ᾿ ἐπ᾿ Ἀργείοισι κακὸν βέλος· οἱ δέ νυ λαοὶ θνῇσκον ἐπασσύτεροι, τὰ δ᾿ ἐπῴχετο κῆλα θεοῖο πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ἄμμι δὲ μάντις 385εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. αὐτίκ᾿ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· Ἀτρεΐωνα δ᾿ ἔπειτα χόλος λάβεν, αἶψα δ᾿ ἀναστὰς ἠπείλησεν μῦθον, ὃ δὴ τετελεσμένος ἐστίν. τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ 390ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες κούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν. ἀλλὰ σύ, εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος· ἐλθοῦσ᾿ Οὔλυμπόνδε Δία λίσαι, εἴποτε δή τι 395ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης, ὅτ᾿ ἔφησθα κελαινεφέϊ Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, 400Ἥρη τ᾿ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. ἀλλὰ σὺ τόνγ᾿ ἐλθοῦσα, θεά, ὑπελύσαο δεσμῶν, ὦχ᾿ ἑκατόγχειρον καλέσασ᾿ ἐς μακρὸν Ὄλυμπον, ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίων᾿ - ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων - 405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδέ τ᾿ ἔδησαν. τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων, αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ᾿ ἅλα ἔλσαι Ἀχαιοὺς 410κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρυκρείων Ἀγαμέμνων ἣν ἄτην, ὅτ᾿ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.' Τὸν δ᾿ ἠμείβετ᾿ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· 'ὤμοι, τέκνον ἐμόν, τί νύ σ᾿ ἔτρεφον αἰνὰ τεκοῦσα; 415αἴθ᾿ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔτι μάλα δήν· νῦν δ᾿ ἅμα τ᾿ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο· τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν. τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ 420εἶμ᾿ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται. ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισιν μῆνι᾿ Ἀχαιοῖσιν, πολέμου δ᾿ ἀποπαύεο πάμπαν· Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ᾿ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ᾿ ἅμα πάντες ἕποντο· 425δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπόνδε, καὶ τότ᾿ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, καί μιν γουνάσομαι, καί μιν πείσεσθαι ὀΐω.' Ὣς ἄρα φωνήσασ᾿ ἀπεβήσετο, τὸν δ᾿ ἔλιπ᾿ αὐτοῦ χωόμενον κατὰ θυμὸν εὐζώνοιο γυναικός, 430τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων. αὐτὰρ Ὀδυσσεὺς ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. οἱ δ᾿ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, ἱστία μὲν στείλαντο, θέσαν δ᾿ ἐν νηῒ μελαίνῃ, ἱστὸν δ᾿ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες 435καρπαλίμως, τὴν δ᾿ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. ἐκ δ᾿ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι᾿ ἔδησαν· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, ἐκ δ᾿ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο. 440τὴν μὲν ἔπειτ᾿ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶ τίθει, καί μιν προσέειπεν· 'Ὦ Χρύση, πρό μ᾿ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ᾿ ἱερὴν ἑκατόμβην ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ᾿ ἱλασόμεσθα ἄνακτα, 445ὃς νῦν Ἀργείοισι πολύστονα κήδε᾿ ἐφῆκεν.' Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ᾿ ἐδέξατο χαίρων παῖδα φίλην· τοὶ δ᾿ ὦκα θεῷ κλειτὴν ἑκατόμβην ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, χερνίψαντο δ᾿ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. 450τοῖσιν δὲ Χρύσης μεγάλ᾿ εὔχετο χεῖρας ἀνασχών· 'Κλῦθί μευ, ἀργυρότοξ᾿, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· ἤδη μέν ποτ᾿ ἐμεῦ πάρος ἔκλυες-εὐξαμένοιο, τίμησας μὲν ἐμέ, μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν· 455ἠδ᾿ ἔτι καὶ νῦν μοι τόδ᾿ ἐπικρήηνον ἐέλδωρ· ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.' Ὣς ἔφατ᾿ εὐχόμενος, τοῦ δ᾿ ἔκλυε Φοῖβος Ἀπόλλων. αὐτὰρ ἐπεὶ ῥ᾿ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, 460μηρούς τ᾿ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπ᾿ αὐτῶν δ᾿ ὠμοθέτησαν. καῖε δ᾿ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ᾿ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρ᾿ αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾿ ἐκάη καὶ σπλάγχν᾿ ἐπάσαντο, 465μίστυλλόν τ᾿ ἄρα τἄλλα καὶ ἀμφ᾿ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, δαίνυντ᾿, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 470κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δ᾿ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν, οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν, μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετ᾿ ἀκούων. 475Ἦμος δ᾿ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός. ἦμος δ᾿ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότ᾿ ἔπειτ᾿ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· τοῖσιν δ᾿ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων. 480οἱ δ᾿ ἱστὸν στήσαντ᾿ ἀνά θ᾿ ἱστία λευκὰ πέτασσαν· ἐν δ᾿ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ᾿ ἴαχε νηὸς ἰούσης· ἡ δ᾿ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. αὐτὰρ ἐπεὶ ῥ᾿ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, 485νῆα μὲν οἵγε μέλαιναν ἐπ᾿ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾿ ἕρματα μακρὰ τάνυσσαν· αὐτοὶ δ᾿ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. Αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισιν, διογενὴς Πηλῆος υἱός, πόδας ὠκὺς Ἀχιλλεύς· 490οὔτε ποτ᾿ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν οὔτε ποτ᾿ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ᾿ ἀϋτήν τε πτόλεμόν τε. Ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο δυωδεκάτη γένετ᾿ ἠώς, καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες 495πάντες ἅμα, Ζεὺς δ᾿ ἦρχε. Θέτις δ᾿ οὐ λήθετ᾿ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλ᾿ ἥγ᾿ ἀνεδύσετο κῦμα θαλάσσης, ἠερίη δ᾿ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. εὗρεν δ᾿ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. 500καί ῥα πάροιθ᾿ αὐτοῖο καθέζετο καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δ᾿ ἄρ᾿ ὑπ᾿ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· 'Ζεῦ πάτερ, εἴποτε δή σε μετ᾿ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· 505τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων ἔπλετ᾿· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας. ἀλλὰ σύ πέρ μιν τῖσον, Ὀλύμπιε μητίετα Ζεῦ· τόφρα δ᾿ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ᾿ ἂν Ἀχαιοὶ 510υἱὸν ἐμὸν τίσωσιν, ὀφέλλωσίν τέ ἑ τιμῇ.' Ὣς φάτο· τὴν δ᾿ οὔτι προσέφη νεφεληγερέτα Ζεύς, ἀλλ᾿ ἀκέων δὴν ἧστο. Θέτις δ᾿ ὡς ἥψατο γούνων, ὣς ἔχετ᾿ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· 'Νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον, 515ἢ ἀπόειπ᾿, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ᾿ εὖ εἰδῶ ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.' Τὴν δὲ μέγ᾿ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· 'ἦ δὴ λοίγια ἔργ᾿, ὅτε μ᾿ ἐχθοδοπῆσαι ἐφήσεις Ἥρῃ, ὅτ᾿ ἄν μ᾿ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν. 520ἡ δὲ καὶ αὔτως μ᾿ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσιν νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε, μή σε νοήσῃ Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται, ὄφρα τελέσσω. εἰ δ᾿ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς· 525τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ᾿ ἀθανάτοισι μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾿ ἀπατηλὸν οὐδ᾿ ἀτελεύτητον, ὅ τι κεν κεφαλῇ κατανεύσω.' Ἦ καὶ κυανέῃσιν ἐπ᾿ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δ᾿ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος 530κρατὸς ἀπ᾿ ἀθανάτοιο· μέγαν δ᾿ ἐλέλιξεν Ὄλυμπον. Τώγ᾿ ὣς βουλεύσαντε διέτμαγεν· ἡ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ᾿ αἰγλήεντος Ὀλύμπου, Ζεὺς δὲ ἑὸν πρὸς δῶμα. θεοὶ δ᾿ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων, σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη 535μεῖναι ἐπερχόμενον, ἀλλ᾿ ἀντίοι ἔσταν ἅπαντες. ὣς ὁ μὲν ἔνθα καθέζετ᾿ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη ἠγνοίησεν ἰδοῦσ᾿ ὅτι οἱ συμφράσσατο βουλὰς ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος. αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· 540'Τίς δ᾿ αὖ τοι, δολομῆτα, θεῶν συμφράσσατο βουλάς αἰεί τοι φίλον ἐστὶν, ἐμεῦ ἀπονόσφιν ἐόντα, κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.' Τὴν δ᾿ ἠμείβετ᾿ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· 545'Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν· χαλεποί τοι ἔσοντ᾿ ἀλόχῳ περ ἐούσῃ. ἀλλ᾿ ὃν μὲν κ᾿ ἐπιεικὲς ἀκουέμεν, οὔτις ἔπειτα οὔτε θεῶν πρότερος τόνγ᾿ εἴσεται οὔτ᾿ ἀνθρώπων· ὃν δέ κ᾿ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι, 550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.' Τὸν δ᾿ ἠμείβετ᾿ ἔπειτα βοῶπις πότνια Ἥρη· 'αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες. καὶ λίην σε πάρος γ᾿ οὔτ᾿ εἴρομαι οὔτε μεταλλῶ, ἀλλὰ μάλ᾿ εὔκηλος τὰ φράζεαι ἅσσ᾿ ἐθέλῃσθα. 555νῦν δ᾿ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος· ἠερίη γὰρ σοίγε παρέζετο καὶ λάβε γούνων· τῇ σ᾿ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.' 560Τὴν δ᾿ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 'δαιμονίη, αἰεὶ μὲν ὀΐεαι, οὐδέ σε λήθω· πρῆξαι δ᾿ ἔμπης οὔτι δυνήσεαι, ἀλλ᾿ ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. εἰ δ᾿ οὕτω τοῦτ᾿ ἐστίν, ἐμοὶ μέλλει φίλον εἶναι. 565ἀλλ᾿ ἀκέουσα κάθησο, ἐμῷ δ᾿ ἐπιπείθεο μύθῳ, μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ᾿ ἐν Ὀλύμπῳ ἆσσον ἰόνθ᾿, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.' Ὣς ἔφατ᾿, ἔδδεισεν δὲ βοῶπις πότνια Ἥρη, καὶ ῥ᾿ ἀκέουσα καθῆστο, ἐπιγνάμψασα φίλον κῆρ· 570ὤχθησαν δ᾿ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες. τοῖσιν δ᾿ Ἥφαιστος κλυτοτέχνης ἦρχ᾿ ἀγορεύειν, μητρὶ φίλῃ ἐπίηρα φέρων, λευκωλένῳ Ἥρῃ· 'Ἦ δὴ λοίγια ἔργα τάδ᾿ ἔσσεται οὐδ᾿ ἔτ᾿ ἀνεκτά, εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, 575ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. μητρὶ δ᾿ ἐγὼ παράφημι, καὶ αὐτῇ περ νοεούσῃ, πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, σὺν δ᾿ ἡμῖν δαῖτα ταράξῃ. 580εἴπερ γάρ κ᾿ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς ἐξ ἑδέων στυφελίξαι· ὁ γὰρ πολὺ φέρτατός ἐστιν. ἀλλὰ σὺ τόνγ᾿ ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· αὐτίκ᾿ ἔπειθ᾿ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.' Ὣς ἄρ᾿ ἔφη, καὶ ἀναΐξας δέπας ἀμφικύπελλον 585μητρὶ φίλῃ ἐν χειρὶ τίθει, καί μιν προσέειπεν· 'Τέτλαθι, μῆτερ ἐμή, καὶ ἀνάσχεο, κηδομένη περ, μή σε, φίλην περ ἐοῦσαν, ἐν ὀφθαλμοῖσιν ἴδωμαι θεινομένην, τότε δ᾿ οὔτι δυνήσομαι, ἀχνύμενός περ, χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι. 590ἤδη γάρ με καὶ ἄλλοτ᾿ ἀλεξέμεναι μεμαῶτα ῥῖψε, ποδὸς τεταγών, ἀπὸ βηλοῦ θεσπεσίοιο. πᾶν δ᾿ ἦμαρ φερόμην, ἅμα δ᾿ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ· ὀλίγος δ᾿ ἔτι θυμὸς ἐνῆεν· ἔνθα με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.' 595Ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον. αὐτὰρ ὁ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν οἰνοχόει, γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων. ἄσβεστος δ᾿ ἄρ᾿ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν, 600ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντ᾿, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὐ μὲν φόρμιγγος περικαλλέος, ἣν ἔχ᾿ Ἀπόλλων, Μουσάων θ᾿, αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. 605Αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, ᾗχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν. Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ᾿ Ὀλύμπιος ἀστεροπητής, 610ἔνθα πάρος κοιμᾶθ᾿, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι. ἔνθα καθεῦδ᾿ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.

← Предыдущий раздел: Русско-греческий словарь  |  Оглавление  |  Следующий раздел: Платон →